Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.36 Dem. 8.40 (English) >>Dem. 8.44

8.38εἰσὶ τοίνυν τινὲς οἳ τότʼ ἐξελέγχειν τὸν παριόντʼ οἴονται, ἐπειδὰν ἐρωτήσωσιτί οὖν χρὴ ποιεῖν;” οἷς ἐγὼ μὲν τὸ δικαιότατον καὶ ἀληθέστατον τοῦτʼ ἀποκρινοῦμαι, ταῦτα μὴ ποιεῖν νυνὶ ποιεῖτε, οὐ μὴν ἀλλὰ καὶ καθʼ ἕκαστον ἀκριβῶς ἐρῶ. καὶ ὅπως, ὥσπερ ἐρωτῶσι προθύμως, οὕτω καὶ ποιεῖν ἐθελήσουσιν. 8.39πρῶτον μέν, ἄνδρες Ἀθηναῖοι, τοῦτο παρʼ ὑμῖν αὐτοῖς βεβαίως γνῶναι, ὅτι τῇ πόλει Φίλιππος πολεμεῖ καὶ τὴν εἰρήνην λέλυκεν (καὶ παύσασθε περὶ τούτου κατηγοροῦντες ἀλλήλων) καὶ κακόνους μέν ἐστι καὶ ἐχθρὸς ὅλῃ τῇ πόλει καὶ τῷ τῆς πόλεως ἐδάφει, 8.40προσθήσω δὲ καὶ τοῖς ἐν τῇ πόλει πᾶσιν ἀνθρώποις, καὶ τοῖς μάλιστʼ οἰομένοις αὐτῷ χαρίζεσθαι (εἰ δὲ μή, σκεψάσθων Εὐθυκράτη καὶ Λασθένη τοὺς Ὀλυνθίους, οἳ δοκοῦντες οἰκειότατʼ αὐτῷ διακεῖσθαι, ἐπειδὴ τὴν πόλιν προὔδοσαν, πάντων κάκιστʼ ἀπολώλασιν), οὐδενὶ μέντοι μᾶλλον τῇ πολιτείᾳ πολεμεῖ οὐδʼ ἐπιβουλεύει, καὶ σκοπεῖ μᾶλλον οὐδὲ ἓν τῶν πάντων, πῶς ταύτην καταλύσει. 8.41καὶ τοῦτʼ εἰκότως τρόπον τινὰ πράττει· οἶδεν γὰρ ἀκριβῶς ὅτι οὐδʼ ἂν πάντων τῶν ἄλλων γένηται κύριος, οὐδὲν ἔστʼ αὐτῷ βεβαίως ἔχειν, ἕως ἂν ὑμεῖς δημοκρατῆσθε, ἀλλʼ ἐάν ποτε συμβῇ τι πταῖσμα, πολλὰ γένοιτʼ ἂν ἀνθρώπῳ, ἥξει πάντα τὰ νῦν συμβεβιασμένα καὶ καταφεύξεται πρὸς ὑμᾶς·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.36 Dem. 8.40 (English) >>Dem. 8.44

Powered by PhiloLogic